Car Repair Manuals

Judges
Codex Alexandrinus

Κριταὶ (Ἀλεξανδρινὸς Κῶδιξ)

Chapter 12

1 Καὶ συνήχθησαν οἱ υἱοὶ Ἐφραὶμ καὶ ἦλθον εἰς Σεφινὰ καὶ εἶπον πρὸς Ἰεφθάε Τί ὅτι πορἐπορεύθης πολεμεῖν ἐν τοῖς υἱοῖς Ἀμμὼν καὶ ἡμᾶς οὐ κέκληκας πορευθῆναι μετὰ σου; τὸν οἶκόν σου ἐμπρήσομεν ἐν πυρί. 2 καὶ εἶπεν πρὸς αὐτοὺς Ἰεφθάε Ἀνὴρ ἀντιδικῶν ἤμην ἐγὼ καὶ λαός μου, καὶ οἱ υἱοὶ Ἀμμὼν ἐταπείνουν με σφόδρα· καὶ ἐβόησα πρὸς ὑμᾶς, καὶ οὐκ ἐσώσατέ με ἐκ χειρὸς αὐτῶν. 3 καὶ εἶδον ὅτι οὐκ ἦν σῴζων, καὶ ἐθέμην τὴν ψυχήν μου ἐν τῇ χειρί μου καὶ διέβην πρὸς τοὺς υἱοὺς Ἀμμών, καὶ παρέδωκεν αὐτοὺς κύριος ἐν χειρί μου· καὶ ἵνα τί ἀνέβητε πρός με τῇ ἡμέρᾳ ταύτῃ τοῦ πολεμεῖν ἐν ἐμοί; 4 καὶ συνήθροισεν Ἰεφθάε πάντας τοὺς ἄνδρας Γαλαὰδ καὶ ἐπολέμει τὸν Ἐφραίμ, καὶ ἐπάταξαν ἄνδρες Γαλαὰδ τὸν Ἐφραίμ, ὅτι εἶπαν οἱ διασεσῳσμένοι τοῦ Ἐφραὶμ ὑμεῖς, Γαλαὰδ ἐν μέσῳ Ἐφραὶμ καὶ ἐν μέσῳ Μανασσῆ. 5 καὶ προκατελάβοντο ἄνδρες Γαλαὰδ τὰς διαβάσεις τοῦ Ἰορδάνου τοῦ Ἐφραίμ, καὶ ἐγενήθη ὅτι εἶπαν οἱ διασεσῳσμένοι τοῦ Ἐφραὶμ Διαβῶμεν, καὶ εἶπαν αὐτοῖς οἱ ἄνδρες Γαλαὰδ Μὴ ὑμεῖς ἐκ τοῦ Ἐφραίμ; καὶ εἶπαν Οὔκ ἐσμεν. 6 καὶ εἶπαν αὐτοῖς Εἴπατε δὴ Σύνθημα· καὶ οὐ κατηύθυναν τοῦ λαλῆσαι οὕτως. καὶ ἐπελάβοντο αὐτῶν καὶ ἔσφαξαν αὐτοὺς ἐπὶ τὰς διαβάσεις τοῦ Ἰορδάνου, καὶ ἔπεσαν ἐξ Ἐφραὶμ ἐν τῷ καιρῷ ἐκείνῳ δύο τεσσαράκοντα χιλιάδες.

7 Καὶ ἔκρινεν Ἰεφθάε τὸν Ἰσραὴλ ἓξ ἔτη. καὶ ἀπέθανεν Ἰεφθάε Γαλααδίτης καὶ ἐτάφη ἐν τῇ πόλει αὐτοῦ Γαλαάδ.

8 Καὶ ἔκρινεν μετ᾿ αὐτὸν τὸν Ἰσραὴλ Ἐσεβὼν ἐκ Βαιθλεέμ. 9 καὶ ἐγένοντο αὐτῷ τριάκοντα υἱοὶ καὶ τριάκοντα θυγατέρες ἐξαπεσταλμέναι ἔξω, καὶ τριάκοντα γυναῖκας εἰσήγαγεν τοῖς υἱοῖς αὐτοῦ ἔξωθεν. καὶ ἔκρινεν τὸν Ἰσραὴλ ἑπτὰ ἔτη. 10 καὶ ἀπέθανεν Ἐσεβὼν καὶ ἐτάφη ἐν Βηθλεέμ.

11 Καὶ ἔκρινεν μετ᾿ αὐτὸν τὸν Ἰσραὴλ Αἰλὼν Ζαβουλωνίτης. καὶ ἔκρινεν τὸν Ἰσραὴλ δέκα ἔτη. 12 καὶ ἀπέθανεν Αἰλὼν Ζαβουλωνίτης ἐν Αἰλίμ, καὶ ἔθαψαν αὐτὸν ἐν γῇ Ζαβουλών.

13 Καὶ ἔκρινεν μετ᾿ αὐτὸν τὸν Λαβδὼν Λαβδὼν υἱὸς Σελλὴμ Φρααθωνίτης. 14 καὶ ἐγένοντο αὐτῷ τεσσαράκοντα υἱοὶ καὶ τριάκοντα υἱοὶ τῶν υἱῶν αὐτοῦ ἐπιβεβηκότες ἐπὶ ἑβδομήκοντα πώλους. καὶ ἔκρινεν τὸν Ἰσραὴλ ὀκτὼ ἔτη. 15 καὶ ἀπέθανεν Λαβδὼν υἱὸς Σελλὴμ Φρααθωνίτης καὶ ἐτάφη ἐν Φρααθὼν ἐν γῇ Ἐφραὶμ ἐν ὄρει Λανάκ.




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era