Car Repair Manuals

Job

Ἰὼβ

Chapter 8

1  Ὑπολαβὼν δὲ Βαλδὰδ Σαυχίτης λέγει

2  Μέχρι τίνος λαλήσεις ταῦτα ; πνεῦμα πολυρῆμον τοῦ στόματός σου . 3  μὴ κύριος ἀδικήσει κρίνων τὰ πάντα ποιήσας ταράξει τὸ δίκαιον ; 4  εἰ οἱ υἱοί σου ἥμαρτον ἐναντίον αὐτοῦ , ἀπέστειλεν ἐν χειρὶ ἀνομίας αὐτῶν .

5  σὺ δὲ ὄρθριζε πρὸς κύριον παντοκράτορα δεόμενος . 6  εἰ καθαρὸς εἶ καὶ ἀληθινός , δεήσεως ἐπακούσεταί σου , ἀποκαταστήσει δέ σοὶ δίαιταν δικαιοσύνης · 7  ἔσται οὖν τὰ μὲν πρῶτά σου ὀλίγα , τὰ δὲ ἔσχατά σου ἀμύθητα .

8  ἐπερώτησον γὰρ γενεὰν πρώτην , ἐξιχνίασον δὲ κατὰ γένος πατέρων · 9  χθιζοὶ γάρ ἐσμεν καὶ οὐκ οἴδαμεν , σκιὰ γάρ ἐστιν ἡμῶν ἐπὶ τῆς γῆς βίος . 10  οὐχ οὗτοί σὲ διδάξουσιν καὶ ἀναγγελοῦσιν καὶ ἐκ καρδίας ἐξάξουσιν ῥήματα ; 11  μὴ θάλλει πάπυρος ἄνευ ὕδατος ὑψωθήσεται βούτομον ἄνευ πότου , 12  ἔτι ὂν ἐπὶ ῥίζης καὶ οὐ μὴ θερισθῇ , πρὸ τοῦ πιεῖν πᾶσα βοτάνη οὐχὶ ξηραίνεται . 13  οὕτως τοίνυν ἔσται τὰ ἔσχατα πάντων τῶν ἐπιλανθανομένων τοῦ κυρίου · ἐλπὶς γὰρ ἀσεβοῦς ἀπολεῖται . 14  ἀοίκητος γὰρ αὐτοῦ ἔσται οἶκος , ἀράχνη δὲ αὐτοῦ ἀποβήσεται σκηνή . 15  ἐὰν ὑπερείσῃ τὴν οἰκίαν αὐτοῦ , οὐ μὴ στῇ · ἐπιλαβομένου δὲ αὐτοῦ οὐ μὴ ὑπομείνῃ · 16  ὑγρὸς γάρ ἐστιν ὑπὸ ἡλίου , καὶ ἐκ σαπρίας αὐτοῦ ῥάδαμνος αὐτοῦ ἐξελεύσεται . 17  ἐπὶ συναγωγὴν λίθων κοιμᾶται , ἐν δὲ μέσῳ χαλίκων ζήσεται . 18  ἐὰν καταπίῃ , τόπος ψεύσεται αὐτόν · οὐχ ἑόρακας τοιαῦτα . 19  ὅτι καταστροφὴ ἀσεβοῦς τοιαύτη , ἐκ δὲ γῆς ἄλλον ἀναβλαστήσει .

20  γὰρ κύριος οὐ μὴ ἀποποιήσηται τὸν ἄκακον , πᾶν δὲ δῶρον ἀσεβοῦς οὐ δέξεται . 21  ἀληθινῶν δὲ στόμα ἐμπλήσει γέλωτος , τὰ δὲ χείλη αὐτῶν ἐξομολογήσεως · 22  οἱ δὲ ἐχθροὶ αὐτῶν ἐνδύσονται αἰσχύνην , δίαιτα δὲ ἀσεβοῦς οὐκ ἔσται .




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era