Car Repair Manuals

II Chronicles

Παραλειπομένων Β'

Chapter 17

1  καὶ ἐβασίλευσεν Ἰωσαφὰτ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ καὶ κατίσχυσεν Ἰωσαφὰτ ἐπὶ τὸν Ἰσραὴλ

2  καὶ ἔδωκεν δύναμιν ἐν πάσαις ταῖς πόλεσιν Ἰοῦδα ταῖς ὀχυραῖς καὶ κατέστησεν ἡγουμένους ἐν πάσαις ταῖς πόλεσιν Ἰοῦδα καὶ ἐν πόλεσιν Ἐφραὶμ ἃς προκατελάβετο Ἀσὰ πατὴρ αὐτοῦ

3  καὶ ἐγένετο κύριος μετὰ Ἰωσαφὰτ ὅτι ἐπορεύθη ἐν ὁδοῖς τοῦ πατρὸς αὐτοῦ ταῖς πρώταις καὶ οὐκ ἐξεζήτησεν τὰ εἴδωλα

4  ἀλλὰ κύριον τὸν θεὸν τοῦ πατρὸς αὐτοῦ ἐξεζήτησεν καὶ ἐν ταῖς ἐντολαῖς τοῦ πατρὸς αὐτοῦ ἐπορεύθη καὶ οὐχ ὡς τοῦ Ἰσραὴλ τὰ ἔργα

5  καὶ κατηύθυνεν κύριος τὴν βασιλείαν ἐν χειρὶ αὐτοῦ καὶ ἔδωκεν πᾶς Ἰοῦδα δῶρα τῷ Ἰωσαφὰτ καὶ ἐγένετο αὐτῷ πλοῦτος καὶ δόξα πολλή

6  καὶ ὑψώθη καρδία αὐτοῦ ἐν ὁδῷ κυρίου καὶ ἔτι ἐξῆρεν τὰ ὑψηλὰ καὶ τὰ ἄλση ἀπὸ τῆς γῆς Ἰοῦδα

7  καὶ ἐν τῷ τρίτῳ ἔτει τῆς βασιλείας αὐτοῦ ἀπέστειλεν τοὺς ἡγουμένους αὐτοῦ καὶ τοὺς υἱοὺς τῶν δυνατῶν τὸν Ἀβδιαν καὶ Ζαχαρίαν καὶ Ναθαναὴλ καὶ Μιχαίαη διδάσκειν ἐν πόλεσιν Ἰοῦδα

8  καὶ μετ᾿ αὐτῶν οἱ Λευῖται Σαμουιας καὶ Ναθανιὰς καὶ Ζαβδιὰς καὶ Ἀσιὴλ καὶ Σεμιραμὼθ καὶ Ἰωνάθαν καὶ Ἀδωνίας καὶ Τωβίας οἱ Λευῖται καὶ μετ᾿ αὐτῶν Ἐλισαμὰ καὶ Ἰωρὰμ οἱ ἱερεῖς

9  καὶ ἐδίδασκον ἐν Ἰοῦδα καὶ μετ᾿ αὐτῶν βύβλος νόμου κυρίου καὶ διῆλθον ἐν ταῖς πόλεσιν Ἰοῦδα καὶ ἐδίδασκον τὸν λαόν

10  καὶ ἐγένετο ἔκστασις κυρίου ἐπὶ πάσαις ταῖς βασιλείαις τῆς γῆς ταῖς κύκλῳ Ἰοῦδα καὶ οὐκ ἐπολέμουν πρὸς Ἰωσαφὰτ

11  καὶ ἀπὸ τῶν ἀλλοφύλων ἔφερον τῷ Ἰωσαφὰτ δῶρα καὶ ἀργύριον καὶ δόματα καὶ οἱ Ἀ;ραβες ἔφερον αὐτῷ κριοὺς προβάτων ἑπτακισχιλίους ἑπτακοσίους

12  καὶ ἦν Ἰωσαφὰτ πορευόμενος μείζων ἕως εἰς ὕψος καὶ ᾠκοδόμησεν οἰκήσεις ἐν τῇ Ιουδαίᾳ καὶ πόλεις ὀχυράς

13  καὶ ἔργα πολλὰ ἐγένετο αὐτῷ ἐν τῇ Ιουδαίᾳ καὶ ἄνδρες πολεμισταὶ δυνατοὶ ἰσχύοντες ἐν Ἱερουσαλὴμ

14  καὶ οὗτος ἀριθμὸς αὐτῶν κατ᾿ οἴκους πατριῶν αὐτῶν τῷ Ἰοῦδα χιλίαρχοι Ἐδνας ἄρχων καὶ μετ᾿ αὐτοῦ υἱοὶ δυνατοὶ δυνάμεως τριακόσιαι χιλιάδες

15  καὶ μετ᾿ αὐτὸν Ἰωανὰν ἡγούμενος καὶ μετ᾿ αὐτοῦ διακόσιαι ὀγδοήκοντα χιλιάδες

16  καὶ μετ᾿ αὐτὸν Ἀμασίας τοῦ Ζαχρὶ προθυμούμενος τῷ κυρίῳ καὶ μετ᾿ αὐτοῦ διακόσιαι χιλιάδες δυνατοὶ δυνάμεως

17  καὶ ἐκ τοῦ Βενιαμὶν δυνατὸς δυνάμεως Ἐλιαδὰ καὶ μετ᾿ αὐτοῦ τοξόται καὶ πελτασταὶ διακόσιαι χιλιάδες

18  καὶ μετ᾿ αὐτὸν Ἰωζαβὰδ καὶ μετ᾿ αὐτοῦ ἑκατὸν ὀγδοήκοντα χιλιάδες δυνατοὶ πολέμου

19  οὗτοι οἱ λειτουργοῦντες τῷ βασιλεῖ ἐκτὸς ὧν ἔδωκεν βασιλεὺς ἐν ταῖς πόλεσιν ταῖς ὀχυραῖς ἐν πάσῃ τῇ Ιουδαίᾳ




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era