Car Repair Manuals

Papias (fragments)

Chapter 16

Ταῦτά φησιν αἰνιττόμενος οἶμαι Παπίαν τὸν Ἱεραπόλεως τῆς κατ᾿ Ἀσίαν τότε γενόμενον ἐπίσκοπον καὶ συνακμάσαντα τῷ θείῳ εὐαγγελιστῇ Ἰωάννῃ. οὗτος γὰρ Παπίας ἐν τῷ τετάρτῳ αὐτοῦ βιβλίῳ τῶν Κυριακῶν ἐξηγήσεων τὰς διὰ βρωμάτων εἶπεν ἐν τῇ ἀναστάσει ἀπολαύσεις· εἰς ὅπερ δόγμα μετὰ ταῦτα ἐπίστευσεν Ἀπολλινάριος, καλοῦσί τινες χιλιονταετηρίδα... καὶ Εἰρηναῖος δὲ Λουγδούνου ἐν τῷ κατὰ αἱρέσεων πέμπτῳ λόγῳ τὸ αὐτό φησι καὶ παράγει μάρτυρα τῶν ὑπ᾿ αὐτοῦ εἰρημένων τὸν λεχθέντα Παπίαν.



Motor Era Blog

Auto Service Repair Manuals on Motor Era