1 Περὶ δὲ τοῦ συνδούλου μου Βούρρου , τοῦ κατὰ θεὸν διακόνου ὑμῶν ἐν πᾶσιν εὐλογημένου , εὔχομαι παραμεῖναι αὐτὸν εἰς τιμὴν ὑμῶν καὶ τοῦ ἐπισκόπου · καὶ Κρόκος δέ , ὁ θεοῦ ἄξιος καὶ ὑμῶν , ὃν ἐξεμπλάριον τῆς Ἀφ᾿ ὑμῶν ἀγάπης ἀπέλαβον , κατὰ πάντα με ἀνέπαυσεν , ὡς καὶ αὐτὸν ὁ πατὴρ Ἰησοῦ χριστοῦ ἀναψύξαι , ἅμα Ὀνησίμῳ καὶ Βούρρῳ καὶ Εὔπλῳ καὶ Φρόντωνι , δι᾿ ὧν πάντας ὑμᾶς κατὰ ἀγάπην εἶδον . 2 ὀναίμην ὑμῶν διὰ παντός ,1 ἐάνπερ ἄξιος ὦ . πρέπον οὖν ἐστὶν κατὰ πάντα τρόπον δοξάζειν Ἰησοῦν Χριστὸν τὸν δοξάσαντα ὑμᾶς , ἵνα ἐν μιᾷ ὑποταγῇ κατηρτισμένοι , ὑποτασσόμενοι τῷ ἐπισκόπῳ καὶ τῷ πρεσβυτερίῳ , κατὰ πάντα ἦτε ἡγιασμένοι .