Car Repair Manuals

Psalms of Solomon

Ψαλμοὶ Σαλωμῶνος

Psalm 10

ἐν ὕμνοις τῷ Σαλωμὼν

1  μακάριος ἀνήρ οὗ κύριος ἐμνήσθη ἐν ἐλεγμῷ καὶ ἐκυκλώθη ἀπὸ ὁδοῦ πονηρᾶς ἐν μάστιγι καθαρισθῆναι ἀπὸ ἁμαρτίας τοῦ μὴ πληθῦναι

2  ἑτοιμάζων νῶτον εἰς μάστιγας καθαρισθήσεται χρηστὸς γὰρ κύριος τοῖς ὑπομένουσιν παιδείαν

3  ὀρθώσει γὰρ ὁδοὺς δικαίων καὶ οὐ διαστρέψει ἐν παιδείᾳ καὶ τὸ ἔλεος κυρίου ἐπὶ τοὺς ἀγαπῶντας αὐτὸν ἐν ἀληθείᾳ

4  καὶ μνησθήσεται κύριος τῶν δούλων αὐτοῦ ἐν ἐλέει γὰρ μαρτυρία ἐν νόμῳ διαθήκης αἰωνίου μαρτυρία κυρίου ἐπὶ ὁδοὺς ἀνθρώπων ἐν ἐπισκοπῇ

5  δίκαιος καὶ ὅσιος κύριος ἡμῶν ἐν κρίμασιν αὐτοῦ εἰς τὸν αἰῶνα καὶ Ἰσραὴλ αἰνέσει τῷ ὀνόματι κυρίου ἐν εὐφροσύνῃ

6  καὶ ὅσιοι ἐξομολογήσονται ἐν ἐκκλησίᾳ λαοῦ καὶ πτωχοὺς ἐλεήσει θεὸς ἐν εὐφροσύνῃ Ἰσραὴλ

7  ὅτι χρηστὸς καὶ ἐλεήμων θεὸς εἰς τὸν αἰῶνα καὶ συναγωγαὶ Ἰσραὴλ δοξάσουσιν τὸ ὄνομα κυρίου

8  τοῦ κυρίου σωτηρία ἐπὶ οἶκον Ἰσραὴλ εἰς εὐφροσύνην αἰώνιον




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era