Car Repair Manuals

Psalms

Ψαλμοί

Psalm 8

Εἰς τὸ τέλος, ὑπὲρ τῶν ληνῶν, ψαλμὸς τῷ Δαυίδ.

1 Κύριε κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ; ὅτι ἐπήρθη μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν. 2 ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον· ἕνεκα τῶν ἐχθρῶν σου, τοῦ καταλῦσαι ἐχθρὸν καὶ ἐκδικητήν.

3 Ὅτι ὄψομαι τοὺς οὐρανούς ἔργα τῶν δακτύλων σου, σελήνην καὶ ἀστέρας, σὺ ἐθεμελίωσας· 4 τί ἐστιν ἄνθρωπος, ὅτι μιμνῄσκῃ αὐτοῦ; υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν; 5 ἠλάττωσας αὐτὸν βραχύ τι παρ᾿ ἀγγέλους, δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν, 6 καὶ κατέστησας αὐτὸν ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου· πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ, 7 πρόβατα καὶ βόας πάσας, ἔτι δὲ καὶ τὰ κτήνη τοῦ πεδίου, 8 τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ τοὺς ἰχθύας τῆς θαλάσσης, τὰ διαπορευόμενα τρίβους θαλασσῶν. 9 κύριε κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ;




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era