Car Repair Manuals

Psalms

Ψαλμοί

Psalm 3

Ψαλμὸς τῷ Δαυὶδ ὁπότε ἀπεδίδρασκεν ἀπὸ προσώπου Ἀβεσσαλὼμ τοῦ υἱοῦ αὐτοῦ.

1 Κύριε τί ἐπληθύνθησαν οἱ θλίβοντές με; πολλοὶ ἐπανίστανται ἐπ᾿ ἐμέ. 2 πολλοὶ λέγουσιν τῇ ψυχῇ μου, οὐκ ἔστιν σωτηρία αὐτῷ ἐν τῷ θεῷ αὐτοῦ· διάψαλμα.

3 Σὺ δέ κύριε, ἀντιλήμπτωρ μου εἶ, δόξα μου, καὶ ὑψῶν τὴν κεφαλήν μου. 4 φωνῇ μου πρὸς κύριον ἐκέκραξα, καὶ ἐπήκουσέν μου ἐξ ὄρους ἁγίου αὐτοῦ διάψαλμα. 5 ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα ἐξηγέρθην, ὅτι κύριος ἀντιλήμψεταί μου. 6 οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ, τῶν κύκλῳ συνεπιτιθεμένων μοι. 7 ἀνάστα κύριε, σῶσόν με θεός μου· ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως ὀδόντας ἁμαρτωλῶν συνέτριψας. 8 τοῦ κυρίου σωτηρία, καὶ ἐπὶ τὸν λαόν σου εὐλογία σου.




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era