Car Repair Manuals

Hosea

Ὠσηέ

Chapter 1

1  λόγος κυρίου ὃς ἐγενήθη πρὸς Ὠσηὲ τὸν τοῦ Βεηρι ἐν ἡμέραις Ὀζίου καὶ Ἰωάθαμ καὶ Ἄχαζ καὶ Ἐζεκίου βασιλέων Ἰοῦδα καὶ ἐν ἡμέραις Ἰεροβοὰμ υἱοῦ Ἰωὰς βασιλέως Ἰσραὴλ

2  ἀρχὴ λόγου κυρίου πρὸς Ὠσηὲ καὶ εἶπεν κύριος πρὸς Ὠσηὲ βάδιζε λαβὲ σεαυτῷ γυναῖκα πορνείας καὶ τέκνα πορνείας διότι ἐκπορνεύουσα ἐκπορνεύσει γῆ ἀπὸ ὄπισθεν τοῦ κυρίου

3  καὶ ἐπορεύθη καὶ ἔλαβεν τὴν Γομερ θυγατέρα Δεβηλαιμ καὶ συνέλαβεν καὶ ἔτεκεν αὐτῷ υἱόν 4  καὶ εἶπεν κύριος πρὸς αὐτόν κάλεσον τὸ ὄνομα αὐτοῦ Ἰεζραὲλ διότι ἔτι μικρὸν καὶ ἐκδικήσω τὸ αἷμα τοῦ Ἰεζραὲλ ἐπὶ τὸν οἶκον Ἰοὺ καὶ καταπαύσω βασιλείαν οἴκου Ἰσραὴλ 5  καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ συντρίψω τὸ τόξον τοῦ Ἰσραὴλ ἐν τῇ κοιλάδι τοῦ Ἰεζραὲλ

6  καὶ συνέλαβεν ἔτι καὶ ἔτεκεν θυγατέρα καὶ εἶπεν αὐτῷ κάλεσον τὸ ὄνομα αὐτῆς Οὐ;κ-ἠλεημένη διότι οὐ μὴ προσθήσω ἔτι ἐλεῆσαι τὸν οἶκον τοῦ Ἰσραὴλ ἀλλ᾿ ἀντιτασσόμενος ἀντιτάξομαι αὐτοῖς 7  τοὺς δὲ υἱοὺς Ἰοῦδα ἐλεήσω καὶ σώσω αὐτοὺς ἐν κυρίῳ θεῷ αὐτῶν καὶ οὐ σώσω αὐτοὺς ἐν τόξῳ οὐδὲ ἐν ῥομφαίᾳ οὐδὲ ἐν πολέμῳ οὐδὲ ἐν ἅρμασιν οὐδὲ ἐν ἵπποις οὐδὲ ἐν ἱππεῦσιν

8  καὶ ἀπεγαλάκτισεν τὴν Οὐ;κ-ἠλεημένην καὶ συνέλαβεν ἔτι καὶ ἔτεκεν υἱόν 9  καὶ εἶπεν κάλεσον τὸ ὄνομα αὐτοῦ Οὐ;-λαόσ-μου διότι ὑμεῖς οὐ λαός μου καὶ ἐγὼ οὔκ εἰμι ὑμῶν 10  καὶ ἦν ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἄμμος τῆς θαλάσσης οὐκ ἐκμετρηθήσεται οὐδὲ ἐξαριθμηθήσεται καὶ ἔσται ἐν τῷ τόπῳ οὗ ἐρρέθη αὐτοῖς οὐ λαός μου ὑμεῖς ἐκεῖ κληθήσονται υἱοὶ θεοῦ ζῶντος 11  καὶ συναχθήσονται οἱ υἱοὶ Ἰοῦδα καὶ οἱ υἱοὶ Ἰσραὴλ ἐπὶ τὸ αὐτὸ καὶ θήσονται ἑαυτοῖς ἀρχὴν μίαν καὶ ἀναβήσονται ἐκ τῆς γῆς ὅτι μεγάλη ἡμέρα τοῦ Ἰεζραὲλ




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era