Car Repair Manuals

Chapter 18

1 ὤφθη δὲ αὐτῷ θεὸς πρὸς τῇ δρυὶ τῇ Μαμβρῆ καθημένου αὐτοῦ ἐπὶ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ μεσημβρίας. 2 ἀναβλέψας δὲ τοῖς ὀφθαλμοῖς αὐτοῦ εἶδεν, καὶ ἰδοὺ τρεῖς ἄνδρες εἱστήκεισαν ἐπάνω αὐτοῦ· καὶ ἰδὼν προσέδραμεν εἰς συνάντησιν αὐτοῖς ἀπὸ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν 3 καὶ εἶπεν κύριε, εἰ ἄρα εὗρον χάριν ἐναντίον σου, μὴ παρέλθῃς τὸν παῖδά σου· 4 λημφθήτω δὴ ὕδωρ, καὶ νιψάτωσαν τοὺς πόδας ὑμῶν, καὶ καταψύξατε ὑπὸ τὸ δένδρον· 5 καὶ λήμψομαι ἄρτον, καὶ φάγεσθε, καὶ μετὰ τοῦτο παρελεύσεσθε εἰς τὴν ὁδὸν ὑμῶν, οὗ εἵνεκεν1 ἐξεκλίνατε πρὸς τὸν παῖδα ὑμῶν. καὶ εἶπαν, οὕτως ποίησον, καθὼς εἴρηκας. 6 καὶ ἔσπευσεν Ἁβραὰμ ἐπὶ τὴν σκηνὴν πρὸς Σάῤῥαν, καὶ εἶπεν αὐτῇ σπεῦσον καὶ φύρασον τρία μέτρα σεμιδάλεως καὶ ποίησον ἐγκρυφίας. 7 καὶ εἰς τὰς βόας ἔδραμεν Ἁβραὰμ καὶ ἔλαβεν μοσχάριον ἁπαλὸν καὶ καλὸν καὶ ἔδωκεν τῷ παιδί, καὶ ἐτάχυνεν τοῦ ποιῆσαι αὐτό. 8 ἔλαβεν δὲ βούτυρον καὶ γάλα καὶ τὸ μοσχάριον, ἐποίησεν, καὶ παρέθηκεν αὐτοῖς, καὶ ἐφάγοσαν· αὐτὸς δὲ παρειστήκει αὐτοῖς ὑπὸ τὸ δένδρον.

9 εἶπεν δὲ πρὸς αὐτόν, ποῦ Σάῤῥα γυνή σου; δὲ ἀποκριθεὶς εἶπεν ἰδοὺ ἐν τῇ σκηνῇ. 10 εἶπεν δέ, ἐπαναστρέφων ἥξω πρὸς σὲ κατὰ τὸν καιρὸν τοῦτον εἰς ὥρας, καὶ ἕξει υἱὸν Σάῤῥα γυνή σου. Σάῤῥα δὲ ἤκουσεν πρὸς τῇ θύρᾳ τῆς σκηνῆς, οὖσα ὄπισθεν αὐτοῦ. 11 Ἁβραὰμ δὲ καὶ Σάῤῥα πρεσβύτεροι προβεβηκότες ἡμερῶν, ἐξέλιπεν δὲ Σάῤῥα γίνεσθαι τὰ γυναικεῖα. 12 ἐγέλασεν δὲ Σάῤῥα ἐν ἑαυτῇ λέγουσα, οὔπω μέν μοι γέγονεν ἕως τοῦ νῦν, δὲ κύριός μου πρεσβύτερος. 13 καὶ εἶπεν κύριος πρὸς Ἁβραάμ, τί ὅτι ἐγέλασεν Σάῤῥα ἐν ἑαυτῇ λέγουσα, ἆρά γε ἀληθῶς τέξομαι; ἐγὼ δὲ γεγήρακα. 14 μὴ ἀδυνατεῖ παρὰ τῷ θεῷ ῥῆμα; εἰς τὸν καιρὸν τοῦτον ἀναστρέψω πρὸς σὲ εἰς ὥρας, καὶ ἔσται τῇ Σάῤῥα υἱός. 15 ἠρνήσατο δὲ Σάῤῥα λέγουσα, οὐκ ἐγέλασα· ἐφοβήθη γάρ. καὶ εἶπεν, οὐχί ἀλλὰ ἐγέλασας.

16 ἐξαναστάντες δὲ ἐκεῖθεν οἱ ἄνδρες κατέβλεψαν ἐπὶ πρόσωπον Σοδόμων καὶ Γομόῤῥας, Ἁβραὰμ δὲ συνεπορεύετο μετ᾿ αὐτῶν συμπροπέμπων αὐτούς. 17  δὲ κύριος εἶπεν, μὴ κρύψω ἐγὼ ἀπὸ Ἁβραὰμ τοῦ παιδός μου ἐγὼ ποιῶ; 18 Ἁβραὰμ δὲ γινόμενος ἔσται εἰς ἔθνος μέγα καὶ πολύ καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πάντα τὰ ἔθνη τῆς γῆς. 19 ᾔδειν γὰρ ὅτι συντάξει τοῖς υἱοῖς αὐτοῦ καὶ τῷ οἴκῳ αὐτοῦ μετ᾿ αὐτόν, καὶ φυλάξουσιν τὰς ὁδοὺς κυρίου ποιεῖν δικαιοσύνην καὶ κρίσιν· ὅπως ἂν ἐπαγάγῃ κύριος ἐπὶ Ἁβραὰμ πάντα, ὅσα ἐλάλησεν πρὸς αὐτόν. 20 εἶπεν δὲ κύριος, κραυγὴ Σοδόμων καὶ Γομόῤῥας πεπλήθυνται, καὶ αἱ ἁμαρτίαι αὐτῶν μεγάλαι σφόδρα· 21 καταβὰς οὖν ὄψομαι εἰ κατὰ τὴν κραυγὴν αὐτῶν τὴν ἐρχομένην πρός με συντελοῦνται,2 εἰ δὲ μή, ἵνα γνῶ. 22 καὶ ἀποστρέψαντες ἐκεῖθεν οἱ ἄνδρες ἦλθον εἰς Σόδομα, Ἁβραὰμ δὲ ἦν ἑστηκὼς ἐναντίον κυρίου. 23 καὶ ἐγγίσας Ἁβραὰμ εἶπεν, μὴ συναπολέσῃς δίκαιον μετὰ ἀσεβοῦς καὶ ἔσται δίκαιος ὡς ἀσεβής; 24 ἐὰν ὦσιν πεντήκοντα δίκαιοι ἐν τῇ πόλει ἀπολεῖς αὐτούς; οὐκ ἀνήσεις πάντα τὸν τόπον ἕνεκεν τῶν πεντήκοντα δικαίων, ἐὰν ὦσιν ἐν αὐτῇ; 25 μηδαμῶς σὺ ποιήσεις ὡς τὸ ῥῆμα τοῦτο, τοῦ ἀποκτεῖναι δίκαιον μετὰ ἀσεβοῦς, καὶ ἔσται δίκαιος ὡς ἀσεβής. μηδαμῶς· κρίνων πᾶσαν τὴν γῆν οὐ ποιήσεις κρίσιν; 26 εἶπεν δὲ κύριος, ἐὰν εὕρω ἐν Σοδόμοις πεντήκοντα δικαίους ἐν τῇ πόλει, ἀφήσω πάντα τὸν τόπον δι᾿ αὐτούς. 27 καὶ ἀποκριθεὶς Ἁβραὰμ εἶπεν, νῦν ἠρξάμην λαλῆσαι πρὸς τὸν κύριον, ἐγὼ δέ εἰμι γῆ καὶ σποδός· 28 ἐὰν δὲ ἐλαττονωθῶσιν οἱ πεντήκοντα δίκαιοι πέντε, ἀπολεῖς ἕνεκεν τῶν πέντε πᾶσαν τὴν πόλιν; καὶ εἶπεν, οὐ μὴ ἀπολέσω, ἐὰν εὕρω ἐκεῖ τεσσαράκοντα πέντε. 29 καὶ προσέθηκεν ἔτι λαλῆσαι πρὸς αὐτὸν καὶ εἶπεν, ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ τεσσαράκοντα; καὶ εἶπεν, οὐ μὴ ἀπολέσω ἕνεκεν τῶν τεσσαράκοντα. 30 καὶ εἶπεν, μή τι, κύριε, ἐὰν λαλήσω· ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ τριάκοντα καὶ εἶπεν, οὐ μὴ ἀπολέσω ἐὰν εὕρω ἐκεῖ τριάκοντα. 31 καὶ εἶπεν, ἐπειδὴ ἔχω λαλῆσαι πρὸς τὸν κύριον, ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ εἴκοσι καὶ εἶπεν, οὐ μὴ ἀπολέσω ἕνεκεν τῶν εἴκοσι. 32 καὶ εἶπεν, μή τι, κύριε, ἐὰν λαλήσω ἔτι ἅπαξ ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ δέκα; καὶ εἶπεν, οὐ μὴ ἀπολέσω ἕνεκεν τῶν δέκα. 33 ἀπῆλθεν δὲ κύριος, ὡς ἐπαύσατο λαλῶν τῷ Ἁβραάμ, καὶ Ἁβραὰμ ἀπέστρεψεν εἰς τὸν τόπον αὐτοῦ.




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era